Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.172 Joseph. AJ 16.177 (English) >>Joseph. AJ 16.182

16.174

Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης, ἐπειδὴ μέλλουσιν αἱ τῶν ἡμετέρων πράξεων ἀναγραφαὶ τὸ πλέον εἰς τοὺς Ἕλληνας ἰέναι, δεικνὺς αὐτοῖς ὅτι πάσης τιμῆς ἄνωθεν ἐπιτυγχάνοντες οὐδὲν τῶν πατρίων ἐκωλύθημεν ὑπὸ τῶν ἀρχόντων πράττειν, ἀλλὰ καὶ συνεργούμεθα τὰ τῆς θρησκείας ἔχοντες καὶ τῶν εἰς τὸν θεὸν τιμῶν. 16.175ποιοῦμαι δὲ πολλάκις αὐτῶν τὴν μνήμην ἐπιδιαλλάττων τὰ γένη καὶ τὰς ἐμπεφυκυίας τοῖς ἀλογίστοις ἡμῶν τε κἀκείνων μίσους αἰτίας ὑπεξαιρούμενος. 16.176ἔθεσιν μὲν γὰρ οὐδέν ἐστιν γένος τοῖς αὐτοῖς ἀεὶ χρῆται καὶ κατὰ πόλεις ἔσθʼ ὅπη πολλῆς ἐγγιγνομένης τῆς διαφορᾶς· τὸ δίκαιον δὲ πᾶσιν ἀνθρώποις ὁμοίως ἐπιτηδεύοντες λυσιτελέστατον ὂν Ἕλλησίν τε καὶ βαρβάροις, 16.177οὗ πλεῖστον οἱ παρʼ ἡμῖν νόμοι λόγον ἔχοντες ἅπασιν ἡμᾶς, εἰ καθαρῶς ἐμμένοιμεν αὐτοῖς, εὔνους καὶ φίλους ἀπεργάζονται. 16.178διὸ καὶ ταῦτα παρʼ ἐκείνων ἡμῖν ἀπαιτητέον καὶ δέον οὐκ ἐν τῇ διαφορᾷ τῶν ἐπιτηδευμάτων οἴεσθαι τὸ ἀλλότριον, ἀλλʼ ἐν τῷ πρὸς καλοκαγαθίαν ἐπιτηδείως ἔχειν· τοῦτο γὰρ κοινὸν ἅπασιν καὶ μόνον ἱκανὸν διασώζειν τὸν τῶν ἀνθρώπων βίον. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰ συνεχῆ τῆς ἱστορίας. 16.179

γὰρ Ἡρώδης πολλοῖς τοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος, ἀκηκοὼς ἔτι τάχιον ὡς Ὑρκανὸς πρὸ αὐτοῦ βασιλεὺς ἀνοίξας τὸν Δαυίδου τάφον ἀργυρίου λάβοι τρισχίλια τάλαντα κειμένων πολὺ πλειόνων ἔτι καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν διʼ ἐννοίας εἶχεν τὴν ἐπιχείρησιν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.172 Joseph. AJ 16.177 (English) >>Joseph. AJ 16.182

Powered by PhiloLogic